πολλὰς μὲν γνώμας εἰπών, πολλὰ δὲ ψηφίσματα γράψας, πολλὰς δὲ πρεσβείας ὑποστάς, ὁ συμμάχους προσαγό- μενος, ὁ πόρους ἀνευρίσκων, ὁ τιθεὶς νόμους χρηστούς, 1 2 ὁ λύων πονηρούς, ὁ πολλοῖς μὲν πράγμασιν ἐπιστάς, διαμείνας δὲ ἐν πενίᾳ, οὗτος εἰς ὅν ἐν ταῖς χρείαις ἐβλέπομεν, ἀπόδοτε δὴ τῷ δυστυχεῖ τὴν χάριν εἰς τὴν σωτηρίαν καὶ μὴ ποιήσητε φανερὸν ὅτι παραπαίουσιν οἶ τὰ ὑμέτερα θεραπεύοντες.
Declamatio 36. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.