οὖν ἐνομίσθητ’ ἂν τοὺς τρόπους στάντες ἐπὶ τῆς δω- ρεᾶς καὶ μὴ καθηράμενοι τῷ φόνῳ; ἐγὼ μὲν γὰρ οἶ- μαι, τῶν βαρβάρων ἀγριώτεροι. ἀλλὰ νῦν δέδεικται πᾶσιν ὅτι οὐκ ἄρα τῆς πόλεως ἦν ἡ δόσις καὶ τοῖς δευτέροις τὰ πρότερα συσκιάζεται. πέπτωκεν ἄνθρωπος 1 2 ἐν ἐλευθερίᾳ τυραννίδος ὠμότητα παρελθών. πέπτωκεν ἄνθρωπος μαθὼν ὑπερβαίνειν δημοκρατίας ἔθη. κατε- λεύσθη πλούσιος ἐπὶ τοῖς νόμοις εὐπορῶν. εἶτ’ ἀγαν- ακτεῖ τις τῇ τελευτῇ καὶ γράφεται καὶ κρίνει;
Declamatio 36. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.