προέδρους, συμβούλους καὶ δῆμον, ἐπιστάτην καὶ πρυ- τάνεις, εἶδεν αἴροντα τὴν χεῖρα τὸν ἐχθρόν, ᾔσθετο 2 3 4 5 λαρυγγίζοντος, ᾔσθετο τοῦ κήρυκος βοῶντος· τίς ἀγο- ρεύειν βούλεται; καὶ ζητῶν τὴν φωνὴν οὐχ εὗρεν. ἀντέθηκεν οὖν πρὸς τὴν ἔμπροσθεν ῥητορείαν τὴν παροῦσαν σιγὴν καὶ φανερώτερον εἶδε τὴν αὑτοῦ συμφορὰν ἐν τῇ δημηγορίᾳ τοῦ πλουσίου καὶ σχῆμα
θεώμενος ἐν ᾧ ποτε καὶ αὐτὸς ἠγάλλετο μνήμη τῶν πρεσβυτέρων ἐπλήγη τὴν ψυχήν.
Declamatio 36. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.