τὰς συμβουλίας ἐνίων ὑποπτεύων. λόγος γὰρ ἀσύμ- 1 2 3 4 5 6 φόρος πιθανῶς συντεθεὶς πέφυκε παραιρεῖσθαι τῶν ἀκουόντων τοὺς λογισμοὺς καὶ τὰ μὲν βλαβερὰ χρηστὰ νομίζειν ἔπεισε, τὰ δὲ χρηστὰ ἐπιζήμια. οὕτω καὶ πό- λις πρὸς αὑτὴν ἐκπολεμοῦται καὶ δῆμος εἰς στάσιν
ἐκφέρεται. καὶ δεῖ τότε τῶν παρὰ τοῦ δήμου δρωμένων ὑπεύθυνον εἶναι τὸν παρασχόντα τὴν ἀφορμήν. ἃ γὰρ οὐκ ἂν ἐπέπρακτο μὴ τῶν λόγων εἰρημένων, ταῦτα πεπραγμένα διὰ τοὺς λόγους εἰς τὸν εἰρηκότα ἄνεισι. πῶς οὖν ὁ μὴ μετέχων λόγου τούτων αἴτιος ἃ μόνων
ἐστὶ τῶν λεγόντων; ἀλλ’ ὁ νῦν δι’ ἑτέρων ἀγωνιζό- μενος οὗτος ἐτάραττε τὸν δῆμον, ὁ σιωπῶν, ὁ μὴ διαίρων τὸ στόμα;
Declamatio 36. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.