ἐθεασάμην ἐκκλησίαν ἔννομον, δῆμον ἐλεύθερον, λίθων βολὴν τῇ πολιτείᾳ πρέπουσαν. ἔπιπτεν ἅνθρωπος ἐπὶ τοῦ βήματος ὁ καταισχύνας τὸ βῆμα τῷ ψηφίσματι. καλῶς ἀπελογήσασθε πρὸς τοὺς Ἕλληνας τοῖς λίθοις, καλῶς ἐλύσατε τὴν ἐπὶ τῆς ἀνάγκης ἀδοξίαν τοῖς ἐπὶ
τῆς ἀδείας ἔργοις. ἐδείξατε τοῦ καιροῦ τὴν χειροτονίαν, οὐ τοῦ τῆς πόλεως ἤθους.
Declamatio 36. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.