δ’ οὖν ἐνέπεσεν ἐξαίφνης εἰς τὴν χώραν ὁ πόλεμος, 1 ἡμεῖς μέν, ὅπερ ἦν ἀνδρῶν ἀγαθῶν, ἐξιέναι, | κω- λύειν, ἀποκρούεσθαι, τὰ τοιαῦτα ἐνεθυμούμεθα, ὁ δὲ πλασάμενος σχῆμα δεδιότος καὶ τοῖς παροῦσιν ἀχθο- μένου τὸ βῆμα καταλαβὼν κατεῖχε τὸν δῆμον μακρο-
λογῶν νῦν μὲν πολλῆς βουλῆς δεῖσθαι τὸ πρᾶγμα λέ- 2 3 γῶν, νῦν δὲ τὴν τῶν ἐπελθόντων δύναμιν ἄμαχον εἶ- ναι διῄει καὶ τῆς ὑστεραίας ὅμοια καὶ πάλιν παρα- πλήσια. καὶ οἱ μὲν τῷ τείχει προσῄεσαν, ἡμεῖς δὲ ἠκούομεν λόγων, ὁ δ’ ἀντιλέγων ἐπεστομίζετο, ὁ δὲ σῖτος ἐξανάλωτο.
Declamatio 36. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.