πῶς γὰρ ἂν τὴν εὔνοιαν ὑμῶν ἀμειψαίμην ἱκανῶς, εἰ μὴ θνήσκειν ἐπιθυμοίην τῶν περὶ τὸν σῖτον χεῖρον ἐχόντων ὑμῖν; ἵνα δὲ μηδεὶς ἐμοῦ τετελευτηκότος τολμᾷ λέγειν ὡς ἦν μὲν εὔνους τοῖς πράγμασιν ἀνὴρ ἐκεῖνος, περὶ ἐμοῦ δὴ λέγων, πικρὸς δὲ ἄλλως
καὶ φιλαπεχθήμων καὶ τοῖς πλουτοῦσι φθονῶν καὶ τὰ οὐκ ὄντα διαβάλλων, ἐντεῦθεν ἄξιον ποι- ήσασθαι τὴν ἀρχήν.
Declamatio 35. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.