μὴ καθορᾶν τὸν λιμὸν κακόν τι διαφυγόντος ἂν εἴη, τὸ δὲ μὴ καθορᾶν τὸν δῆμον μηδὲ τὴν προτέραν ἐκεί- νην πολιτεύεσθαι πολιτείαν οὐδεμιᾶς ἐλάττων ζημία δημαγωγῷ. οὐκοῦν ἐπειδὴ δυοῖν ἀθυμίαιν οὐκ ἔνι 1 θατέρᾳ μὴ πάντως περιπεσεῖν, αἱρήσομαι τοὔλαττον κακόν. ἔστι γὰρ ἐμοὶ βαρύτερον τοῦ μηκέθ’ ἅπτεσθαι τῶν κοινῶν τὸ οὕτως ἐχόντων ὡς ἔχει προεστάναι.
Declamatio 35. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.