δέχου δὲ καὶ συμβουλὴν ἑτέραν οὐδὲν ταύτης ἀτιμο- τέραν. ἡ τυραννίς, ὦ πλούσιε, πρὶν μὲν κτηθῆναι μέγιστον εἶναι δοκεῖ τοῖς ἐπιθυμοῦσιν ἀγαθόν, κτηθεῖ- σα δὲ πικρὸν εὐθὺς τῷ κατειργασμένῳ δείκνυται ὧν γὰρ ἂν αὐτὸς ἑτέρους δράσῃ κακῶς φοβεῖται μὴ πάθῃ
πολλῷ χαλεπώτερα. τὸν φόβον δὲ αὐτὸς ὁμολογεῖ τῇ παρὰ τῶν δορυφορούντων φρουρᾷ.
Declamatio 35. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.