ὁτιοῦν ἐπὶ τούτῳ γράφων ἐφάνην νῦν τε οὐκ ἂν φα- νείην. μὴ γὰρ εἴπῃ τις ὧς ἐγώ ποτε δι’ ἔχθραν ἢ λό- γον τινὰ εἶπον ἢ ψήφισμα ἔγραψα. καλείτω μηδὲν ὑποστελλόμενος οὓς ἂν ἐθέλῃ τῶν πολιτῶν. ἐμοὶ δὲ φυλακτέον τὴν τάξιν τὴν ἐμαυτοῦ, ὥστε παρὰ τοῦ
θανάτου τὰ τοῦ ψηφίσματος γένοιτ’ ἄν. ἐκεῖνο μὲν γὰρ ἂν ὑμᾶς ἦγεν ἐπὶ τὸν σῖτον, τοῦτο δὲ τοῦτον ὑμῖν ἐκκομίσαι τὸν σῖτον ἀναπείσει ῥᾷον ἢ εἴπερ ἔλα- 1 2 3 4 βεν ὃν ᾔτησεν. ὁρᾷ | γὰρ τεθνεῶτα τὸν ἐχθρὸν R IV 238 τὸν ἑαυτοῦ. καὶ τί ἂν ζητοίη πλέον;
Declamatio 35. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.