ἐμὲ ἐξελέγξουσι πολλοὶ μὲν νόμοι, πολλαὶ δὲ γνῶμαι, πολλαὶ δὲ πρεσβεῖαι ὧν οὐδεμία τὴν ἐμὴν ἐπηνώρθωσε πενίαν, καίτοι γε βουλομένῳ ῥᾴδιον ἦν. ἀλλ’ εἰ καὶ τἄλλα μοι πάντα φιλοπόνως ὑπὲρ ὑμῶν πέπρακται καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ τῇ πόλει καὶ μελ-
λούσας τε ἔτι καὶ συνισταμένας τὰς τούτου κακοτεχνίας 1 καὶ κατεῖδον καὶ διεκώλυσα | πολλάκις, ἀλλ’ ἐξ- εῦρέ τι τοιοῦτον πρὸς ὃ μόνον οὐκ ἐνῆν μαχέσασθαι. τί γὰρ ἄν τις καὶ λέγων ἐπεῖχεν ἄνθρωπον ἀγορᾶς νόμῳ σῖτον ὠνούμενον; τί οὖν δεῖ ζῆν τὸν εἰωθότα
κρατεῖν νενικημένον;
Declamatio 35. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.