οὐκ ἄνευ πραγμάτων ἀποθανοῦμαι τῶν κοινωνῶν μοι τῆς πολιτείας μαχουμένων. οἶς συγγινώσκω μὲν ἀλγοῦ- σιν, εἰ τὸν αὑτῶν ἑταῖρον ὄψονται πίνοντα τὸ κώνειον, παραινέσαιμι δ’ ἂν ἐπιτρέψαι μοι χρήσασθαι τοῖς παρὰ τοῦ νόμου, ὅστις φησὶ τὸν οὐκ ἐθέλοντα ζῆν πρὸς τὴν
βουλὴν τοῦτο εἰπόντα τυχόντα τῆς χάριτος ἀπελθεῖν, πρότερον πείσας ἐμαυτὸν ὡς οὐκ εἴη μοι βιωτέον.
Declamatio 35. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.