μὴν ἀλλ’, ἐπεὶ τῷ πλείονι τέθνηκα λογισμῷ καὶ δοκῶ μὲν περιεῖναι, οἴχομαι δὲ τῷ τοῦ ταλάντου πόθῳ, παρ’ ὑμᾶς ἀπήντηκα ἀπελάσασθαι τοῦτον τῆς οἰκίας ἐθέλων, καθάπερ οὗτος ἐμοῦ τὸ τάλαντον. καὶ δέομαι, τὴν χάριν ἐπινεύσατε, ἵνα μὴ πρὸς λύπῃ ζημίαν <λάβω>
ἔνα μὴ καὶ ταύτην δυστυχήσω τὴν ἐπήρειαν τουτονὶ τρέφειν ἀναγκαζόμενος.
εὐχῆς τρόπῳ. ἐπειδὴ δὲ τούτων αἴτιος οὗτος, ἀκουσάτω μετὰ παρρησίας <μου λέγοντος> | ὡς οὐκ ἔστι μοι 1 2 3 παῖς, ἐπειδὴ μηδὲ τὸ τάλαντον. συναπώλεσα γὰρ τῷ τα- λάντῳ τὸν παῖδα.
τύχην ἐλπίζοντες, ἐγὼ δὲ ὁ δείλαιος καὶ τῶν ἐμαυτοῦ δι’ αὐτοὺς ἀπεστέρημαι· γεγένημαι γὰρ ἀντὶ πλουσίου πένης. ἤδη τὴν ὑγείαν μέμφομαι καὶ ποθῶ τὴν νόσον. ἐν ἐκείνῃ μὲν γὰρ εὐδαίμων ἦν, νῦν δὲ δὴ νοσεῖν ἄρχομαι. οὐδὲν γάρ μοι τῶν κατὰ τὴν οἰκίαν σώζεται.
ἐβούλετό τι χρηστόν, τάχ’ ἂν τὴν ἀποκήρυξιν προὔ- λαβεν. οὐ γὰρ τῶν τυχόντων ἐμέ τε καὶ αὑτὸν σεσύ- ληκε. τίς γὰρ μείζων ἀνθρώποις ζημία χρημάτων; ἐπειδὴ δὲ δυσχεραίνειν ἄρχεται τὴν ἀποκήρυξιν καὶ τὴν ὑγείαν ἡμῖν προβάλλεται, μικρὸν ἄνωθεν ἀκού- 4 5 σατε. οὕτω γὰρ ἂν καὶ τὸ μέγιστον τοῦ ἀδικήματος γνώσεσθε καὶ ὧς οὐκ ἐπὶ τοῖς τυχοῦσιν ἐκβάλλεται.
ὑπέμεινα καὶ γυναῖκα ἠγαγόμην οὐχ ὥρᾳ κάλλους περί- βλεπτον, ἀλλ’ εὖ κτημάτων ἔχουσαν. τί γὰρ ἀπὸ τοῦ κάλλους ἀνθρώποις ὄφελος; οὐ γὰρ οἶδεν ὁ κλῆρος ἐκ τούτων αὔξεσθαι. διὰ ταῦτα γοῦν ἐπειθόμην γα- μεῖν, οὐχ ἔνα μοι πονηρὸς γένοιτο παῖς, ἀλλ’ ἵνα τοῖς
τοῦ πατρὸς ἀκολουθήσῃ τρόποις συνευπορῶν | 6 ἐμοὶ καὶ συναύξων τὸν κλῆρον.
ἄλλος ἄλλην πάλιν ἐθαύμαζε καλὴν μέν, ἀλλ’ οὐκ εὔπορον. τότε μὲν οὐδὲ ἀκούειν ἐδόκουν τοῦ λέγοντος.
7 8 9 ἐθαύμαζε πλείονα τοῦ κάλλους λόγον ποιούμενος. καὶ σιωπῶντος ἐμοῦ πάλιν τῆς ὥρας ἐμέμνητο. τέλος δ’ οὖν πρὸς αὐτόν, ἀναχώρησον, ἔφην, ἄνθρωπε. οὔπω τὸν ἐμὸν γινώσκεις τρόπον; οὔκ εἰμι κάλ-
λους, ἀλλὰ κτημάτων ἐραστής. εὐπορεῖ; κέκτη- ται πλείονα; οἰκέτας ἔχει μισθοφορεῖν δυνα- μένους; τοῦτο ἔστιν ὃ ποθοῦμεν κάλλος ἡμεῖς.
ἔφθαρτο. μικροῦ καὶ τοῦτον ἠρνησάμην τὸν γάμον. πανταχόθεν γὰρ ἡμᾶς διηνώχλουν ἄλλος ἄλλο τι λαμ- βάνειν ἐθέλοντες. οἱ μὲν γὰρ ᾀσμάτων μισθὸν ἀπῄτουν, οἱ δὲ τὸν ὑμέναιον, φασίν, ἐκροτήσαμεν. οὐ γὰρ ἤρκει μόνον αὐτοῖς ἡ μέθη.
πώτατον, τὰ τῶν ὀψοποιῶν καὶ οἰνοχόων δράματα. τί, φησίν, ἄνθρωπε, τί δαπανήσομεν; τί τῶν ἀπὸ γῆς καὶ θαλάττης οἴσομεν; φέρειν γάρ, ἔφην, τι καὶ τῶν πρὸς τρυφὴν οἶδεν ἡ θάλαττα ἧς μηδὲ τὸ ὕδωρ χρηστόν;
ρων ἐπιμελούμενοι πόσας, οἴεσθε, δᾷδας ἀπώλεσαν; 10 11 12 13 ἐγὼ μὲν γὰρ ἤδη καὶ ὑπὲρ τῆς οἰκίας ἐδεδοίκειν μὴ καὶ ταύτην ἡμῖν ἐμπρήσῃ τὸ πῦρ, ἐπειδὴ ἅπτειν καὶ λύχνους παρεκελεύοντο. καί τις ἧκε λύχνον ἔχων οὐ κατὰ τοὺς εἰωθότας δή, ἀλλ’ ἐξοχὰς εἰς κύκλον ἔχοντα καὶ πανταχόθεν ἐπιζητοῦντα τὸ πῦρ. τοσαύτην ἠφίει
φλόγα ὡς καὶ πυρκαιὰς | αὐτὰς μιμεῖσθαι τῷ 14 φωτί. τοῦτον ἡμῖν ἐμπλῆσαι παρεκελεύετο.
τῷ λύχνῳ γένωμαι, ἐπέσχον δέ με τῶν περιεστηκότων οἶ φίλοι ἤδη τούτων ἀπαλλαγήσεσθαι λέγοντες. καὶ ἅμα τὴν προῖκα τῆς γυναικὸς κατέλεγον. ἐγὼ δὲ τὰ μὲν ἡδόμενος, τὰ δὲ ἀνιώμενος ἐκαρτέρουν. τὰ μὲν γὰρ ἀπὸ τῆς προικὸς ἔμελλεν ἀγαθά, τὰ δὲ τῆς ζημίας ἐν
ὀφθαλμοῖς ἦν. τότε τοίνυν οἱ μὲν εἰς κύκλον ἐχόρευον, οἱ δὲ ἐνετρύφων, οἱ δὲ τὸν ἄκρατον ἐνεφοροῦντο. ἐγὼ δὲ ὁ κακοδαίμων περιεσκόπουν ἅπαντα, οὐδεὶς δὲ ἦν τῶν παρόντων φιλάνθρωπος, ἀλλὰ πᾶς πανταχόθεν ἐλυμαίνετο, καὶ ὁ τυχὼν ἀπλῶς.
τῷ νομοθέτῃ κατηρασάμην τοῦ γάμου. οὐ γὰρ πανή- 15 16 17 γυριν, ἀλλὰ πόλεμον ἐνομοθέτησε. τί ταῦτα, ὦ μά- ταιε, οὐκ οἶδας ὡς σεμνὸν ὁ γάμος; σὺ δ’ οὐκ εἰς μυστήριον, ἀλλ’ εἰς θέατρον τὸν Ὑμέναιον ἤγαγες. οὐκ ἦς ἄρα νομοθέτης ἔμφρων. ἔκδοτον
γὰρ ἀφῆκας τὴν κόρην τοῖς βουλομένοις εἰς θέαν, ἢν τῷ γεγαμηκότι μόνον ὁρᾶν ἦν θέμις. νυνὶ δὲ πρὶν ἢ πλησιάσαι τῷ λαχόντι πολλοὶ ταύτην περιεργάζονται. ἀλλ’ οὔπω τοῦτο δει- νόν, νυνὶ δέ, εἰ μὴ πάντα τῷ γαμοῦντι διαφθα-
ρήσεται, οὐκ ἔσται νυμφίος.
τροφὴν ἐνθυμούμενος. ἔτι γὰρ τῆς γυναικὸς ὠδινούσης καὶ οὔπω τεκούσης ὁλόκληρον, ἀλλ’ ἔτι κινδύνου προσδοκωμένου συνῄεσαν μὲν πανταχόθεν οἱ τῷ γένει προσήκοντες, ἑορτὴν δὲ τὸν τόκον ἑαυτοῖς ἐψηφίζοντο 18 καὶ πίνειν ἔδει καὶ | τρυφᾶν. καὶ οὐ μέχρι τού-
τῶν ἦν, ἀλλ’ ἤδη καὶ τὰ τῶν γειτόνων πανταχόθεν 19 συνέρρει.
προσδραμὼν τὸ στόμα.
δίον ἐστίν; οὐκ ἔξιτε; οὐ φθαρήσεσθε; ποσάκις τὸν ἐμὸν οἶκον διολέσετε; οὐ μικροῦ γαμοῦντα πρῴην διεσπάσατε; πάλιν ἥκετε; εἰ δὲ καὶ ἕτε- ρόν μοι παιδίον ἔσται, πάλιν ὁ παρ’ ὑμῶν μοι γενήσεται πόλεμος;
ωπεῖν ἐνόμιζον, οἱ δὲ καὶ θύειν τοῖς θεοῖς παρεκε- λεύοντο. καὶ τὸ βρέφος ἁρπάσας θύειν ἐσπούδαζον, ἀφῆκε δέ με οὐδεὶς ταῦρον ἢ κάπρον προσάγειν ἀνα- 20 21 πείσαντες. ἐγὼ δὲ σχοινίον ἐνενόουν καὶ πάτταλον τί τούτοις, λέγων, τοσοῦτον τῶν ἡμετέρων μέλει; ὅμως δ’ οὖν ἀπηλλαττόμην ὀλίγον ἐπιθεὶς τοῦ λιβα- νωτοῦ. καὶ πρὸς τὴν γυναῖκα ἔφην βούλει τὸν παῖδα
εἰς ἐρημίαν θείημεν; ἡ δ’ οὐκ εὖ φρονοῦσα μετέ- πειθε, κοινωνὸς ἔσται σου γὰρ τῆς ἐπιθυμίας καί σου δυνήσεται τῶν ἰχνῶν ἐχόμενος αὐξῆσαι τὸν κλῆρον.
ἐτρέφομεν πολλὰς ὑπομείναντες πρότερον δαπάνας. πό- 22 σοὺς | οἴεσθέ με λόγους πρὸς αὐτὸν εἰρηκέναι; κακόν, ὦ παῖ, ἔλεγον, ἡ πενία, ὁ πλοῦτος ἀγαθόν, καὶ τοῖς κεκτημένοις αὐτὸν πάντες προστρέ- χουσι καθάπερ τοῖς θεοῖς καὶ ὅλως ἐγκώμια πλού-
του διεξῄειν παιδοτριβῶν ἐπὶ τοὐμὸν ἦθος αὐτόν, ἐξ ὧν ἄν τις γενήσεται κατ’ ἀλέγων πλούσιος.
νὸς ἐνοχλούμενος, ὀλίγα προσομιλῶν μόνον τοῖς δεομένοις χρυσίου. μίαν εἶχον φιλονεικίαν ἀεὶ ἐπιθεῖναί τι πλέον ἐφιλονείκουν] τῷ τόκῳ.
27 28 τι καὶ οὗτος ὑπολαμβάνων τι χρηστὸν ἰατροῦ μνήμην ποιούμενος καὶ λέγων· εἰπέ μοι, βούλει, πάτερ, ἰατρὸν ἄξω σοι διαδραμών; μικροῦ μὲν οὖν αὐτὸν ἀπεκήρυξα καὶ παρὰ τὴν νόσον αὐτήν, ἐλογιζόμην δ’ 29 αὐτοῦ τὸ πταῖσμα τῷ χρόνῳ.
ἔφην, ὦ παῖ; τί τὴν ἐκείνων ἡμῖν ἀπάτην ἀπει- λεῖς ἡμᾶς σώζειν ἐθέλων; οὐδὲν τῆς ἐκείνων ἡμεῖς δεόμεθα τέχνης. μαγγανείαι καὶ φλήνα- φοι. καὶ λόγῳ τὴν ὑγείαν, οὐ τῇ τέχνῃ πιστοῦν-
τᾶι. μισθὸς ἐπὶ τούτοις πολύς. ἂν ἐπ’ ὀλίγον μελλήσῃ τις, οὐ διαφεύγει τὸν ἐκ τῆς ἀπειλῆς θάνατον. φθάνουσι γὰρ τὴν μοῖραν τῇ τέχνῃ. ἐμοὶ παντὸς ἰατροῦ ἀμείνων ἡ νόσος. ταύτῃ μᾶλλον πεπίστευκα. αὕτη με ἀναστήσει ταχὺ
τῷ τῆς ἐνδείας λογισμῷ. ὁρᾷς ὡς τὸ τάλαντον αὔξεται, ὡς οὐδαμοῦ δαπανᾶται; τὸ τάλαντον ἀκέραιον ἡμῖν διὰ τὴν νόσον τετήρηται.
πάτερ, καταλελοίπαμεν; πολλοὺς πολλάκις ὁ θεὸς οὗτος ἀνέστησεν. ἐδόκει τί μοι λέγειν, νὴ 30 31 32 τοὺς θεούς, φιλάνθρωπον. ἐσκόπουν γὰρ κατ’ ἐμαυτὸν ὅτι προῖκα τὰ παρὰ τῶν θεῶν ἡμῖν ἀγαθὰ γίνεται.
λούμενοι δὲ βελτίονες. οὐδὲν τῶν ἀνθρωπίνων ἐπιζητοῦσιν. οὐ πλοῦτος αὐτοῖς προσφιλής, οὐ κέρδος ἕτερον. μόνην τὴν εὐποιίαν ἔχουσιν. ἐν ταύτῃ πλουτοῦσιν οἱ θεοί. ἴθι γοῦν ἡμῖν αἰ- τήσων ὑγείαν, ὦ παῖ. εὐχὴν εὖξαι τὴν πρέπου-
’σαν. πρόσθες τῇ τῆς ὑγείας εὐχῇ πλοῦτον πο- λὺν καὶ τὴν ἀπὸ τοῦ κέρδους εὐδαιμονίαν τῇ μετὰ τῆς ὑγείας καὶ χρήστας εὐγνώμονας, μᾶλ- λον δὲ τοῦτο μόνον, εἰ δοκεῖ, πρόσευξαι, τό- κους πλέονας. ἀπὸ γὰρ τούτων ἡ σωτηρία, μᾶλ-
λον δέ, τοῦτό μοι ζωή, τοῦτο φῶς. ἂν δ’ ἄρω τὸ τάλαντον μετὰ τῆς ὑγείας, ἄμεινον.
τρείαν εὑρόμενος.
οὗτος ἔφη· τί μὴ τοὺς ἱερέας εὐγνωμονοῦμεν, ὦ πάτερ; τί μὴ τὸ τάλαντον οἱ προφῆται λαμβά- νουσιν; ὁρᾷς ὡς τὴν ὑγείαν ἀπείληφας. γενώ- μεθα καὶ ἡμεῖς περὶ τὸν θεὸν εὐγνώμονες. οὕτω γὰρ συνεθέμην.
τοὺς τοὺς λόγους διαρραγεὶς ᾠχόμην καὶ τὴν ψυχὴν ἐπαφῆκα τοῖς τούτου ῥήμασι καὶ εἴθε γε, ὦ πάντες θεοί, πρὸ τῆς τοῦ ταλάντου καταβολῆς ἐκείμην. μεῖζον γὰρ ἂν εὐτυχῶν ἀπωλλύμην. ἐκέρδησά γε ἂν τῇ τε- λευτῇ τὴν ἀπὸ τῆς εὐχῆς ζημίαν. ὅμως δ’ οὖν ἀνενεγ-
κὼν καὶ μόλις ἐν ἐμαυτῷ γενόμενος τί ἄρα, ἔφην, g) 39 40 παῖ; πόθεν οἱ μῦθοι; οἱ ἱερεῖς δὲ τίνες; οὐδὲν γὰρ παρ’ οὐδενὸς κεκομίσμεθα οὐδ’ ἔχει τις καθ’ ἡμῶν συμβόλαιον οὐδὲ ἕν. εἰ δ’ ἀπονοίᾳ σφαλεὶς ἐπηγγείλω τῷ θεῷ τὸ τάλαντον, οὐδὲν ἐμοὶ τούτου μέτεστιν. οὐδὲν παρὰ τὴν νόσον
ηὐξάμην ἐγὼ οὐδ’ ὑπεσχόμην τῷ θεῷ οὐδὲ πρὸς τὴν ὑγείαν αὐτὸν παρεκάλεσα, ἀλλ’ ἁπλῶς κατ’ ἐμαυτὸν ἐκείμην τῷ τῆς ἐνδείας ὑγιάνας τρόπῳ.
τερον ἐχώρουν. καί πού τις αὐτῶν ἀνεβόησεν· ἱερό- συλε καὶ μαστιγία, οὐ καταβαλεῖς τὰ τοῦ θεοῦ; οὐκ ἀποδώσεις τὸ τάλαντον; | πλέον, πλέον, ὦ ἄν- 41 δρες, τῆς ζημίας ἐφοβήθην τὰ ῥήματα καὶ κατέβαλον, ὦ θεοί, ὀδυρόμενος, στένων, πολλάκις τὸ τάλαντον
περιπτυσσόμενος, μόλις ἀριθμῶν, ὀκνῶν ἀποδοῦναι. τὸ σκότος μετὰ τὴν καταβολὴν ἑώρων. νὺξ ἦν ἐν ἡμέρᾳ μοι μέση. ὁ γὰρ τοῦ ταλάντου ζόφος ἐνίκα τὸ φῶς τοῦ ἡλίου.
ἄνθρωπος ὑπ’ ἀγρυπνίαις πολλαῖς, φροντίσιν ἀπείροις καὶ πόνοις πλείοσι καὶ μερίμναις καὶ μόχθοις καὶ 42 πολλῷ πόνῳ συναγαγὼν τὸ τάλαντον ἀθρόως ἀφῄρημαι ὑπὸ τοῦ θεοῦ, μᾶλλον δὲ τοῦ τὸν ἐμὸν βίον ἐξ εὐχῆς προδεδωκότος. εἶτ’ ἐπὶ τούτοις ἀγανακτεῖ ὧς οὐ δεόν- τως ἐκβάλλεται.
ἐμεμήνεις. οὐκ ἂν δυστυχὴς ἐγενόμην ὁ δείλαιος, οὐκ ἂν τὴν πενίαν ταύτην ἐστέναξα.
καὶ κύβος ἤνεγκε κέρδος. πόσοι δὲ δι’ εὐωχίαν εὐτυ- χέστεροι; εἴθε μοι τούτων τις ἐγένου. τάχα ἂν ηὔξητο τὸ διὰ σέ μοι λελῃστευμένον τάλαντον. οὐδὲν ἂν τού- των ὠδυρόμην. νυνὶ δέ μοι τὸ πᾶν ἀπόλωλε. καὶ ἐπι- 43 44 δοὺς τῷ θεῷ τὸ τάλαντον τοῦτο ἐμὲ μὲν τοῦ βίου, σὲ δὲ τῆς οἰκίας ἀπείργεις.
ἡμεῖς, ἀλλ’ ἢ δεῖξον ὅτι μοι τὰ κατὰ | τὸν οἶκον 45 ἔρρωται ἢ δίκην ὕπεχε. οὐδὲ γὰρ περὶ τούτων αἰτιῶ- μαι τήμερον. εἴθε κατ’ ἐμοῦ μᾶλλον, ὦ παῖ, τὰς χεῖρας ὤρεξας. ἤνεγκα ἂν τὴν παρὰ σοῦ πληγήν. νυνὶ δὲ πάντας ὁμοῦ νενίκηκας τοὺς ὑπὸ τῶν πατέρων κριθέν-
τὰς πρότερον.
ἐνθυμηθῶ τὸ τάλαντον.
μᾶλλον ἢ τούτου κείσομαι.
καὶ θαλλοῖς ἐλαίας. πολλάκις ἤδη τινὲς τῶν παλαιῶν καὶ δρυῶν κόμαις ἀπήρχοντο. πολλοὶ καὶ στεφάνοις τὸν θεὸν γεραίρουσιν, ὕμνοις ἕτεροι. τούτων οὐδὲν ἐνενόησας οὐδὲ θαλλοὺς ἐνεθυμήθης καὶ στέμματα.
μὲν γὰρ καὶ φορτικὸν καὶ τοῦτο. πλὴν οἶσα ἂν ἀνε- κτῶς. εἰ γὰρ μὴ τὸ τάλαντον ὅλον, μέρος δὲ τῆς οὐσίας ἀνέθηκας, οὐκ ἂν ἀπεκήρυξα. σὺ δ’ οὐδὲ τὰς γραφὰς ἐνενόησας. μετὰ τὴν νόσον πολλάκις ἄνθρωποι τῆς 47 48 49 εὐποιίας ἀμειβόμενοι τὸν | θεὸν εἰκόνι τὸν Ἀσκλη- 50 πιὸν ὡς εὐεργέτην γράφουσι. πόσην ἂν ἡ γραφὴ βλάβην ἤνεγκε; πόσος δ’ ἂν ὁ τοῦ ζωγράφου μισθὸς ἐγένετο; ἑκὼν ἂν ἐπὶ τούτοις κατέβαλον.
τὸν Ἀσκληπιόν, ᾠχόμην. εἶτ’ οὐκ ἦν ἀποθανεῖν ἄμει- νον ἢ ζῆν ἐν τούτῳ τῷ σχήματι; μὴ γὰρ εὐηργέτημαί τι; σεσύλημαι. μὴ γὰρ ὑγεία μοι ταῦτα καὶ βίος; αὐ- τὸς ὧς εἰπεῖν ἐν ὀφθαλμοῖς ὁ θάνατος. νυνὶ δὲ τὴν μὲν ὑγείαν μοι λέγεις, τὴν πενίαν δὲ σιωπᾷς. καὶ τὸ
φυγεῖν μὲν τὴν νόσον προφέρεις, τὸ δὲ μεῖζον κρύ- πτεις δυστύχημα.
συλῶν τὸν κάμνοντα; τίς εὖ ποιεῖσθαι βούλεται μεί- ζονα τῆς δωρεᾶς ἀδικούμενος; ἀπόδος ἡμῖν τὸ τάλαν- τον καὶ τὴν ὑγείαν οὐ μέμφομαι.
ἕτοιμος ἀναλαμβάνειν μετὰ τοῦ ταλάντου τὸν κίνδυνον, καὶ πρόσθοιτό τι πλέον, εἰ βούλοιτο, τῇ νόσῳ, μόνον 51 ἡμῖν ἐπανελθέτω τὸ τάλαντον.
πόσοι δὲ ἤδη τελευτῆς ἐγγὺς γενόμενοι πάλιν προσω- μίλησαν τῷ βίῳ; ἆρα τούτους ἡμῖν πάντας ὁ Ἀσκλη- πιὸς ἀνέστησε;
τὸ κέρδος αὐτοῖς; οὐκ ἀφ’ ὧν παραμυθοῦνται τοὺς 52 κάμνοντας; οὐκοῦν τὰ κατ’ αὐτοὺς οἴχεται, εἰ | μόνος ὁ Ἀσκληπιὸς χρήματα λήψεται;
ποιεῖσθαι. τοῦτο νῦν πρῶτον ἀκήκοα. ἐγὼ μὲν γὰρ αὐτὸν καὶ παρέχειν ἑτέροις ὑπελάμβανον. οὐκοῦν οὐ- δὲν ἡμῶν οἱ θεοὶ βελτίους. εἶτα καὶ πόσον ἐχρῆν ἐπ- αγγείλασθαι; μὴ γὰρ ἀθανασίαν ἡμῖν δεδώρηται; μὴ γὰρ συνῆψέ με φυγόντα τὴν νόσον τοῖς κρείττοσι; πά-
λῖν ἡμῖν ὁ θάνατος ἐλπίζεται. προσδοκῶ καὶ δευτέραν νόσον ἄνθρωπος ὤν. οὐκοῦν πάλιν καὶ ἐφ’ ἑτέρῳ δεῖ στένειν ταλάντῳ;
χονταί τινες ὑπὲρ ἑτέρων <καὶ> α παρατάττονται ἔνα δραχμὴν κομίσωνται. τί δὲ οἶ τὴν θάλατταν πλέ- οντες; οὐ μικροῦ κέρδους ἕνεκεν μεγάλους ἀναμετροῦν- ται κινδύνους; εἰσὶ δὲ οἳ καὶ τροφῆς ἕνεκα μόνης, ἔνα τὴν ἀπὸ τῆς γαστρὸς ἀνάγκην παραμυθήσωνται,
ἐπαφῆκαν αὑτοὺς ἀλλοτρίοις ἐγκλήμασιν. ἀλλὰ τί ταῦ- τα; μάτην γὰρ νῦν φθέγγομαι πρὸς ἄνδρα οὐδὲν ἕτε- ρον τῶν κατὰ τὸν βίον ἣ τὴν ἀπὸ τῆς φιλοτιμίας μανίαν ἐπιστάμενον.
μετὰ τὸ τάλαντον. εἶτα τί σοι τούτων μέλει; ἢ ποῖος οὗτος ἀπολογίας τρόπος; ἢ δάκνει σε τὸ λειπό- 55 μένον, ὅτι μὴ καὶ τοῦτο τῷ ταλάντῳ προσέθηκας; μὴ γὰρ ἐφ’ ἐνὶ ταλάντῳ μόνον λελύπημαι; μὴ γάρ μοι περὶ τοῦτο μόνον τὴν ζημίαν ἔστησας; ἐγένετ’ ἂν ἤδη μοι διπλοῦν τῇ τοῦ τόκου προσθήκῃ καὶ πάλιν μεῖζον 56 | εἰς ὕστερον. συναύξεσθαι γὰρ τῷ χρόνῳ χρή-
μάτα πέφυκεν.
εὐδαίμονες εἶναί τινες νομίζονται, πόσῳ μᾶλλον ἡμᾶς προσήκει δάκνεσθαι καὶ μισεῖν τοὺς κἂν πρὸς ὀλί- γον τι βλάπτοντας;
μᾶλλον παρεῖναι τοὺς θεοὺς ὑπολαμβάνουσιν; ὅπου πλείονα καὶ τὰ ἀναθήματα βλέπουσιν. ἐν μὲν γὰρ τοῖς ἄλλοις οἴκοις ἔνθα μηδέν ἐστιν ἰδεῖν πλού- του σύμβολον οὐδένα τῶν θεῶν χρηματίζειν πειθό- 57 58 59 60 μέθᾳ· ἔνθα δὲ πολλὰ τεκμήρια πλούτου καὶ περίεργος ἐσθὴς καὶ φιάλαι καὶ θυμιατήρια καὶ χρυσῷ στίλβων ὄροφος, ἐκεῖ, κἂν ἀπῶσιν οἱ θεοί, ὡς πρὸς παρόντας εὐχόμεθα καὶ φαινομένους καὶ λαλεῖν δοκοῦντας. ἔστι μὲν γὰρ ὁ πλοῦτος καὶ ἄλλως καλόν, πολλὴν δὲ τοῖς
κεκτημένοις αὐτὸν εὐδαιμονίαν χαρίζεται.
δὲ μᾶλλον ἐπαινοῦσι λέγοντα; μετὰ τίνος δὲ τὸ δί- καιον φαίνεται; ὁ μὲν εὐκτήμων νενίκηκε κρίσιν πολ- λάκις ἄδικον, ἀπῆλθε δὲ μετὰ τῆς δίκης ὁ | πέ- 61 νῆς, καὶ κατ’ ἐγνωσμένος ἂν τύχη. τοσούτων τοίνυν ἐκ τοῦ πλούτου γινομένων τοῖς ἀνθρώποις καλῶν ἐγὼ
μετὰ τῶν χρημάτων καὶ τὴν παρρησίαν ἀπολώλεκα.
μεμίσηκε.
τὸν Ἀσκληπιόν, εἰ δοκεῖ. ἐκεῖνός σοι τοῦ λοιποῦ πατήρ. ὂν ἀγαπᾷς, τοῦτον ὅρα. οὐ λείψει σοι παρ’ αὐτῷ τρο- 64 65 φή. I ἀρκέσει σοι πολλῷ χρόνῳ τὸ τάλαντον. εἰ 66 δ’ ἄμεινον διοικεῖν ἐπίσταται, ζητείτω καὶ χρήστας τόκου πλείονας, ἴνα καὶ τὸ τάλαντον κατὰ χώραν μένῃ καὶ ἡ ἀπὸ τοῦ τόκου ἐνυπάρχῃ τροφή.
Declamatio 34. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.