ὁρῶν δὲ ὑμᾶς καὶ νῦν οὐ δι’ ἄλλο τι χαίροντας ἢ ὅτι ἐνθένδε ἀναστάντες ἀποίσεσθε τὸ τριώβολον, πολ- λὰς ἐλπίδας ἔχω δόξειν ὑμῖν εἰκότως ἀγανακτεῖν εἰ μεγάλης περιουσίας μόνον οὐκ ἐν χεροῖν κειμένης ἐστέρημαι.
πράγματος καὶ ὅτι πρίν τι λαβεῖν, ἀναλῶσαι δεῖ δᾷδας ὠνούμενον, ζεῦγος μισθούμενον, ἑστιῶντα τοὺς οἰκεί- 1 2 3 οὑς, τοῖς φράτορσι τὴν γαμηλίαν εἰσάγοντα. ἐφόβει δὲ καὶ τὸ τὰς πολλὰς τῶν γυναικῶν σπαθᾶν καὶ παρ- αναλίσκειν εἰς οὐδὲν χρηστόν, βομβύκινα ἱμάτια καὶ βύσσινα καὶ διαφανὲς χιτώνιον καὶ κροκωτὸν καὶ
θέριστρον καὶ τοιοῦτόν τινα φλήναφον περὶ τὸ σῶμα δαπανωμένας.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.