1 2 3 4 φεῦγε τὴν ἐμὴν οἰκίαν, ὡς καὶ τὸν τρόπον. οὐ δυνά- μεθα συζῆν. διειργόμεθα ταῖς γνώμαις. οὐδεὶς ὄνον ἵππῳ συζεύξειεν ἄν. τὸ γὰρ ἀνόμοιον οὐκ ἐᾷ συμπο- νεῖν. ἀλλ’ οὐδ’ ἂν βοῦς ὑπὸ τὸν αὐτὸν ἄγοις ζυγὸν
μὴ τὰ ἴσα πονεῖν πεφυκότας. καὶ ἡμᾶς τοίνυν δια- ζεύγνυσι τῶν τρόπων ἡ στάσις. πολύ μου διέστηκας, ὦ παῖ. σκοπῶν παρ’ ἀλλήλας τὰς φύσεις ἐξάγομαί τι καὶ χαλεπώτερον λέγειν. ὑποπτεύω σου τὰς γονάς. οὐκ εἶ παῖς ἀνδρὸς ἐργαζομένου. σώφρων μὲν ἡ γυνή, σώ-
φρῶν· σὺ δ’ οὐκ ἐθέλεις ἐξ ἐμοῦ γεγονέναι.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.