μνώσας τὸ πρόσωπον τὰ πάντων, ἔφη, μέγιστα, ὦ 1 2 3 4 5 πάτερ, κτησόμεθα. καὶ Ἄρει σπείσας ἀνέστη. οὐ 6 γὰρ ἀπέχρη πιεῖν εἰς κόρον, ἀλλ’ ἤδη καὶ | ἔσπεν- δε τὸν ἐμὸν σκεδαννὺς οἶνον. γέμων δὴ χρηστῆς ἐλ- πίδος περὶ μὲν πρῶτον ὕπνον κατέδαρθον, ἔπειτα ὀνει-
ροπολήσας τὴν δωρεὰν ἀνηγέρθην καὶ οὐκέθ’ οἷός τ’ ἦν ἀτρεμεῖν, ἀλλ’ ἐστρεφόμην ἐπ’ ἄμφω τὴν νύκτα ὅλην. ἀλεκτρυόνος οὐκ ᾄδοντος ἀκούειν ἐδόκουν. ἐλοι- δόρουν τῆς νυκτὸς τὸ μῆκος. πολλάκις ἐξέπεμψα τὸν οἰκέτην σκεψόμενον τὴν ἕω.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.