τῆς ἐγὼ τῶν ὁπλιτικῶν ἐκίνουν, προὔτρεπον, ἐδεόμην ἐν τοῖς ὅπλοις ἀναπαύεσθαι. ἄγε, ἔφην, σὺ κλέπτε ἐν τῷ στρατοπέδῳ τῶν νεκρῶν τὰ ψέλλια καὶ 1 2 στρεπτούς, ἀλλ’ ὅπως μηδείς σοι τοῦτο συνεί- σεται. καὶ προπήδησόν γε τῶν πολλῶν. ἢ τεθνή- 3 ξῃ γάρ, τοῦτο δὴ τὸ κοινόν, ἢ ποιήσεις | με πάνυ πλούσιον.
ἐγεγήθει, ὡς ἐγὼ τότε ἐγαννύμην. ἔσπευδον τοῦτον ἰδεῖν καὶ φιλῆσαι περιβαλών. ἐκρότησα θαυμάσιον ἡλίκον, ἐνέβαλον τοῖς ἀπαντῶσι τὴν δεξιὰν ὡς ἐν εὐτυχήμασι γεγονώς, δῆλος ἦν τοῖς ἐπὶ τῶν ἐργαστη- ρίων ἐπ’ ἄκρων τῶν ὀνύχων βαδίζων.
Declamatio 33. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.