τῶν καὶ οὐχ, ὥσπερ ἐκείνων τινὲς πλὴν ἐμοῦ τοῦ κἀν τούτῳ δυστυχοῦς πολλοῖς ἤδη προήκαντο, ἀλλ’ ἄβατον ἂν τὸ χωρίον ἀνθρώποις ἐποίησα πόρρωθεν εἴργων μὴ προσιέναι, οἷα καὶ ἄλλα κατὰ τὴν χώραν ἐστὶ τυχόν που κἀκεῖ φιλοχρύσων δαιμόνων ἐπικαθημένων
χρυσίῳ, καὶ οὕτως ἂν ἐπλούτουν ἀθάνατα. εἰ δ’ ἀληθές ἐστιν ὅ φασιν οἱ σοφοὶ καὶ αὖθίς γε εἰς ἀνθρώπου σῶμα ἐρχόμεθα, ἕτοιμον ἔξω πλοῦτον τὸν ἐμαυτοῦ λαβὼν θησαυρόν.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.