μὲν ἐλαίας που καὶ τυρὸν ἀκούσεσθαι προσεδόκων ἤ, 1 νὴ Δία γε, λάχανα καὶ ὠά, ἃ καὶ Ι γαμοῦσιν ἀνθρώποις ἀρκεῖ, καὶ πρὸς ταῦτα ἀπεκναιόμην οὐχ ὡς παρέξων, ἀλλ’ ὡς τῷ λόγῳ τέως ἀνιασόμενος. ἡ 2 3 δὲ κατέλεγε τράπεζαν ἢν φρίττω, νὴ τοὺς θεούς, καὶ ὀνομάσαι βουλόμενος, Θάσιον οἶνον, ὄρνις, ἰχθῦς, πλακοῦντας, ἄλλ’ ἄττα ὧν οὐδὲ τὰ ὀνόματα ἠπιστάμην. πρίω δέ, φησί, καὶ ἄνθη καὶ στεφάνους καὶ μύρον. ὄζειν γὰρ δεῖ παρ’ ἡμῖν καὶ τὸ οἰκίδιον
μύρου.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.