τῆς ἑταίρας ἔρωτι χαριζόμενον προδιδόναι τι τῶν χρη- μάτων ἢ τούτων ἀντεχόμενον διαμαρτάνειν ἐρωμένης καλῆς, τρίτου μοί τινος ἔρωτος δεῖ, δι’ οὗ τούτοιν ἀμφοῖν ἀπαλλάξομαι. ἔστι δὲ οὗτος ὁ τοῦ παρ’ ὑμῖν, ὦ βουλή, κωνείου. δότε δή μοι, πρὸς Δῖός, ὦ φίλτα-
τοι, δότε ὅσον ἀποδύρασθαι τὴν ἐμαυτοῦ τύχην πρὸς ὑμᾶς ἀναμείναντες καὶ δι’ ἃ τοῦ θανάτου δικαίως ἐρῶ προδιεξελθεῖν.
πόλει καὶ μὴ καθάπερ ἀνδράποδον δεῦρο κἀκεῖσε περι- ελαύνεσθαι πένης καὶ πτωχὸς καὶ μηδὲ ζῆν μηδ’ ἀναπνεῖν ἄξιος παρὰ τῶν τὸ χρυσίον ἐχόντων ἀποκα- λούμενος.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.