καθάπαξ, ὅπου μέλλει τὴν πόλιν εἰσιὼν ὠφελεῖν, κερ- δαινέτω παρὰ τῆς πόλεως. δίκαιον, ὦ θεοί, τὸ κέρδος καὶ σοφοῦ νομοθέτου τοὐπίταγμα μὴ κεναῖς χερσὶν ἀπελθεῖν τὸν τὴν ἡμέραν ὅλην ὑπὲρ τῶν κοινῶν κα- τατρίψαντα.
μέσων νυκτῶν ἀναστὰς ἐφεστήκειν ἂν τῷ διανέμοντι καὶ κατὰ σχολὴν τἀργύριον καταριθμηθείς, ὅπερ οὐκ ἂν ὑπῆρξε μετὰ πολλοὺς ἐληλυθότι, ἀλλὰ προέρριψεν ἂν ἐν τῷ ὄχλῳ τὸ ἥμισυ, ἀπῄειν οἴκαδε τὸ πᾶν ἔχων
καὶ πρίν τινα κινηθῆναι τῆς εὐνῆς ἡ κιβωτὸς εἶχε τὼ δύ’ ὀβολώ. θέαν δ’ οὐκ ἂν ἔτ’ ἐπριάμην, ἀλλ’ ἐρρῶ- σθαι φράσας τῷ ἀρχιτέκτονι καὶ τῷ σεμνῶς καθῆσθαι θεώμενος ἑστὼς ἐθεώμην παρενείρας που τοῖς μετοί- κοις ἐμαυτὸν ἢ τοῖς ξένοις. καὶ οὕτως ἡ τέρψις ἦν
οὐκ ἐλάττων καὶ τἀργύριον πλέον.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.