XXXII.
Φιλάργυρος ἐρασθεὶς ἑταίρας καὶ μισθὸν ἀπαι- τούμενος ἑαυτὸν προσαγγέλλει.
1νοιμι. οὕτω κακῶς πράττω νῦν ἐρασθεὶς γυναικὸς καλῆς μέν, νὴ τοὺς θεούς, καὶ ἐρᾶσθαι δικαίας, ἀντε- ρώσης δὲ οὐκ ἐμοῦ, ἀλλὰ τοὐμοῦ χρυσίου, οὗ λέληθα αὐτῆς πρεσβύτερόν τε καὶ σφοδρότερον ἔρωτα ἐρασθείς.
ἀρτήσας ἐμαυτὸν ἀπαλλαγῆναι τοῦ βίου, καὶ γὰρ δὴ καὶ ἄλλους εἶδον ἐκεῖ τοῦτο ποιοῦντας πολλούς, λόγος δέ μέ τις ἐμπεσών, εἴτ’ ἀληθὴς εἴτε καὶ οὔ, διετάρα- ξεν, ὡς ἄρα τοὺς χωρὶς ὑμῶν διαχρήσασθαι σφᾶς βουλομένους εἶτα ληφθέντας χρήμασι πολλοῖς ζημιοῦσιν 2 3 4 5 6 7 8 9 10 11 οἱ νόμοι.
Declamatio 32. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.