περὶ τοὺς παλαιοὺς πεποιήκατε πολλάκις ἔργῳ πονη- ροὺς ἐλεγχθέντας, ἴσως ἄν τι λέγειν ὁ πείθων ζῆν ἐδόκει· εἰ δ’ ἔσται κύριος καὶ ταῦτα οὐχὶ δίκαια ποιῶν, ἐρῶ γὰρ οὐδὲν φοβηθείς, ποῦ γάρ ἐστι δίκαιον, ὦ 1 2 3 4 βουλή, τὴν ἑτέρων εὐτυχίαν ἁρπάζειν καὶ τῶν μὲν χαλεπωτέρων μηδενὸς ἰέναι μεθέξοντα, τῶν χρηστῶν δὲ οὐ μικρὸν ἀποτέμνεσθαι;
ρῶν αὐτῶν τοὺς μὲν εἶναι μείζους, τοὺς δὲ ἐλάττους, καὶ πολὺ διαφέρειν ἀλλήλων κατὰ τὸ μέτρον, ἐφ’ ἑκάστου δὲ γίνεσθαι τῇ πόλει τὰς χιλίας, κἂν ἑκατὸν 5 τάλαντα ὁ θησαυρὸς ᾖ κἂν πεντήκοντα κἂν Ι δέκα κἄν τε ἄργυρος κἄν τε χρυσὸς κἄν τε πέντε μναῖ,
τοῦτο δὴ τοὐμὸν τὸ δυστυχές. καίτοι πῶς εὔλογον τὰς μὲν εἰσφορὰς κατὰ τὴν οὐσίαν ἑκάστῳ τίθεσθαι, τῶν θησαυρῶν δὲ τοῦτο ἐκβεβλῆσθαι τὸ δίκαιον;
ἀποθανεῖν γε ἔστι τῷ μὴ δυναμένῳ πεῖσαι. καὶ γὰρ εἰ μέλλει μοί τις ἔσεσθαί ποθ’ ὕστερον θησαυρός, ἀλλὰ τὸν πρὸ τοῦ γε θησαυροῦ χρόνον πῶς ἂν βιῴην 6 7 8 τοῦ μὲν κέρδους οὔπω φαινομένου τῆς ζημίας δὲ ὁρωμένης; ποῖος γὰρ ἰατρὸς παῦσαι δύναιτ’ ἂν τὴν λύπην; τί δὲ τῶν πάντων οὐχ ὑπόμνημα ἔσται μοι τοῦ πράγματος;
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.