γὰρ ἀλῶν ὑφελέσθαι τινὰ καὶ εἴ τι τοῦδε φαυλότερον οὐκ ἐν ζημίᾳ θετέον; ἢ οὐ καὶ τῶν ἀλῶν καὶ τῶν τοιούτων ἀπάντων τιμὴν καταβάλλομεν; χιλίων οὖν δραχμῶν ἀπὸ τῆς ἐμῆς οἰκίας ἡρπασμένων ζῆν μοι παραινεῖ; εἰ γὰρ ἐνείμασθε πρός με τὸν θησαυρόν,
οὐκ I ἐχρῆν ἀποθνήσκειν· νῦν δὲ ὅλον ἔχοντες 1 ἀπέσχεσθε οὐδὲ τῶν ἄλλων, ἀλλ’ ἐπορθήσατέ μου τὴν κιβωτόν.
2 3 4 5 6 καίτοι καὶ τότε εἷπον ἄν· κακῶς, ὦ πολῖται, χρῆσθε τῷ νόμῳ καὶ τῶν μὲν γραμμάτων ἔχεσθε, τὴν διάνοιαν δὲ τοῦ θέντος ἰδεῖν οὐ βούλεσθε. τίς οὖν αὕτη; ἐκεῖνος ἀπὸ τῶν μεγάλων θησαυρῶν ὠφελεῖ
τὸ κοινόν, ὧν μέρος πολλοστὸν αἶ χίλιαι, καὶ ποιεῖ τοῦθ’ ἅπερ ἐπὶ τῶν τελῶν. ὥσπερ γὰρ ἐκεῖ παρὰ τῶν ἐμπόρων ἀξιοῖ τι κερδαίνειν τὴν πόλιν, οὕτω κἀν- ταῦθα παρὰ τῶν εὑρηκότων κείμενά που χρήματα με- γάλα. καὶ εἶναι βούλεται τὸ πολὺ μὲν τῶν ἐπιτυχόν-
τῶν, ὀλίγον δέ τι τοῦ δήμου.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.