πάντων δεινότατον πράξετε τοῦτον ζῆν καταναγκάζοντες, ᾧ δι’ ὧν ἀφείλεσθε χρημάτων ἀφόρητον κατεστήσατε τὴν ζωήν. ἔστι μὲν οὖν μοι ἀνιαρὸν καὶ τὸ θανάτῳ 1 2 3 4 τῆς λοιπῆς οὐσίας ἀποστερεῖσθαι καὶ ἐμὲ μὲν σήπεσθαι κατορωρυγμένον, τὰ δὲ ὑπ’ ἐμοῦ συνειλεγμένα μετὰ πολλῶν ἱδρώτων ἐν ἄλλων εἶναι χερσίν· ἀλλ’ εἰ μὲν οἶόν τε ἦν λῦσαι τὴν συμφορὰν καὶ πάλιν εἰσενεγκεῖν οἴκαδε τὰς χιλίας, οὐκ ἂν ταῦτα ἔλεγον ἅπερ νῦν
οὐδὲ ἠπειγόμην πρὸς θάνατον· ἐπειδὴ δὲ οὐκ ἔστι μοι τοῦτο ἐλπίσαι, τίς γὰρ ἂν λαβὼν ἀποδοίη ῥᾳδίως ἐξὸν ἔχειν; ἧττον ἡγοῦμαι κακὸν ἀποθανόντα μηδὲν ἐπαισθάνεσθαι τῶν ὕστερον ἢ ζῶντα τήκεσθαι τῇ λύ- πη τῶν ὁρωμένων κακῶν.
νῦν ποιῶσιν, ἀνάσχησθε. δεινὸν γὰρ ἕτερον μὲν στέ- νειν, ἑτέρῳ δὲ τοῦτο ἡδονὴν εἶναι.
6 7 8 σθαι. τρέφων δέ με ἐν τοῖς αὐτοῖς ἤθεσι παρῄνει λέ- γων· ὦ παῖ, μέχρις ἂν εὐπορῇς, ἀνήρ τε εἶναι τοῖς σαυτοῦ πολίταις δόξεις καὶ γινώσκειν ἅπερ χρὴ καὶ τὰ δέοντα λέγειν, ἡνίκ’ ἄν τι
παραινῇς· ἂν δ’ ἀναλώσας λάθῃς, ἡ πενία σου βλάψει τὴν φρόνησιν καὶ οὐδὲ τὰ ἄριστα λέγων ἔξεις ποτὲ τὸν πειθόμενον. κοινὸν γὰρ τοῦτο ἀνθρώπων τοῖς εὐποροῦσι προσέχειν. τῷ γὰρ ἃ βούλονται δύνασθαι καὶ τὸ βέλτιστον ὁρᾶν
δοκοῦσι τοῖς ἄλλοις δύνασθαι.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.