μόλις ἀγγεῖον σμικρὸν κεραμεοῦν. εὐθὺς μὲν ἠθύμησα τῇ σμικρότητι καὶ τὸν κατορύξαντα ἐμεμφόμην, ὅτι μὴ μεῖζον, παρεμυθούμην δ’ οὖν ἐμαυτὸν μεστὸν εἶναι χρυσίου τὸ φαινόμενον πειθόμενος. ὧς δὲ ἀνελόμενος εἶχον ἐν χεροῖν καὶ μέλλειν οὐκ ἠδυνάμην, ἀλλ’ ἐγύ-
μνουν τὸ φρουρούμενον, σκεδάννυνται πεντακόσιαι δραχμαί. καὶ τοῦ πολλοῦ πόνου καὶ τῆς μεγάλης ἐλ- πίδος τοῦτο ἦν τὸ πέρας οὐ μὴν ὑπεριδὼν ἀφεὶς ἀπῆλθον, ἀλλ’ ἀνάξιον μὲν ἡγούμην θεοῦ τὸ δῶρον, δῶρον δὲ ὅμως, καὶ λαβὼν φαιδρότερος ᾔειν οἴκαδε. 1 πεντακόσιαι γὰρ Ι ἔξω τόκων προσεγεγένηντό μοι.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.