τέρπονται τούτοις μᾶλλον ἢ ἐκείνους πεφρί- κασιν, ἡμῖν δὲ τὸ χρυσίον ἐν κιβωτίοις κατα- κείμενον τὴν ἐκ τῶν πλίνθων ἀηδίαν ἀφαιρεῖ- ται. ὅσῳ τοίνυν βέλτιον χρυσίῳ ἢ γραφαῖς καὶ λίθοις τέρπεσθαι, τοσούτῳ ἡμεῖς ἐκείνων μᾶλ-
λον τερπόμεθα. κατένευσε καὶ πάλιν ἡ γυνὴ καὶ τοῖς ἐμοῖς οὐδὲν ἐμέμφετο τρόποις.
νοῦντι καὶ τὴν γυναῖκα θλίβοντι καὶ τοὺς οἰκέτας 1 2 λιμῷ ταλαιπωροῦντι. διὰ ταῦτα τοίνυν ἠδημόνουν καὶ ἔστενον οὐκ ὢν εἷς καὶ αὐτὸς ἐκείνων καὶ τὸν ἐμαυ- τοῦ δαίμονα ἐκάκιζον ὧς ῥᾴθυμον προστάτην, εἰ τοῖς μὲν ἄλλοις ἀπόνως ἀφικνεῖται τἀγαθά, ὁ δὲ περιορᾷ
με γλίσχρως καὶ μόλις καὶ ταλαιπώρως ἀγείροντα χρυσίον.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.