κατηρώμην μὲν καὶ τοῖς πολεμίοις καὶ τοῖς ῥήτορσιν οὓς ὠφελοῦσιν οἱ πολέμιοι, τὸ δὲ ἐπιβάλλον εἰσφέρων 1 2 3 ἀηδῶς μέν, δεῖ γάρ με τἀληθῆ λέγειν, οὐ μὴν ἔφυγόν γε πώποτε τῶν ὑφ’ ὑμῶν ἐψηφισμένων οὐδέν. τοῦτο δὴ τὸ ἀναλισκόμενον ἐπλήρουν τῷ τῆς εἰωθυίας ἀφαι- ρεῖν τροφῆς οὔσης μὲν οὐ πολλῆς οὐδὲ ἐκείνης, ὅμως
δὲ ἐπειρώμην διὰ τῆς γαστρὸς τὸ ἀναλισκόμενον κο- μίζεσθαι μήτ’ αὐτὸς καθ’ ἡμέραν ἐσθίων μήτε τὴν γυναῖκα καὶ τοὺς θεράποντας συγχωρῶν.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.