μὲν ἄλλοι ζεύγη τρέφουσιν ἵππων ἀδηφαγούντων, ἀφ’ ὧν αὐτοῖς κότινος καὶ μικρὸν ὕστερον λιμός, ἐγὼ δ’ οὐδ’ εἰς ἀγρὸν ἐφ’ ἵππου κομίζομαι, τί γὰρ δεῖ πράγ- ματα ἔχειν μαχόμενον πολλάκις ἑτερογνάθῳ καὶ κυφα- γωγοῦντι καὶ ἀποσειομένῳ τὸν δεσπότην; ὁ δὲ ἐπὶ
τοσούτοις κακοῖς καὶ τρυφᾶν ἀξιοῖ, ἀλλ’ ὁ βέλτιστος 1 2 ὄνος ἀρκεῖ μοι φέρων αὐτὸν καὶ στρώματα καὶ μετ’ ἐκείνων I παιδίον καὶ τὰ αὑτοῦ πονήσας οὐκ 3 ἀπαιτεῖ κριθὰς οὐδὲ ὀλύρας, ἀλλ’ ἀπέχρησεν ἄχυρα οὐ πολλὰ καὶ πόα που φανεῖσα.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.