τον πόλεμον ἐξεύρηκέ μοι. πάλιν τὴν οἰκίαν ἀποδώσο- μαι καὶ πάλιν σκευαγωγήσω καὶ περίειμι τὴν πόλιν διὰ τῆς ἐμαυτοῦ κακοδαιμονίας πλουτίζων πάντας.
θεοῖς σωτῆρσι πολλάκις ἔθυσα καὶ διαφυγεῖν νόσον ηὐξάμην· νῦν δ’ ὁ μεμνημένος πρὸς ἐμὲ σωτηρίας " 1 ἐχθρός, δυσμενής, | τῶν πολεμίων χαλεπώτερος.
ἀφέληται τὸ δύνασθαι χρῆσθαι πρὸς ἡδονήν; πόθεν δὲ καὶ τοῦτο προλέγεις; ἐκ ποίων ἥκων χρηστηρίων; ποῖον κομίζων λόγιον; ἐντετύχηκας τῇ Τύχῃ καὶ κατα- 2 3 4 5 μόνας συνεγένου καὶ λεγούσης ἀκήκοας; οὐ παύσῃ κενὴν πλάττων παραμυθίαν; οὐ ποιήσεις τὰ ὁρώμενα τῶν ἀφανῶν ἰσχυρότερα; δώσει μετὰ ταῦτα ἡ Τύχη. διὰ τί γὰρ μὴ πάλαι δέδωκεν; οὐκ ἦν αὐτῇ χρήματα πάντα ἐχούσῃ; οὐκ ἦσάν μοι χεῖρες αἰ δυνάμεναι λα-
βεῖν; οὐχ ἐώρα με μετὰ τοῦ γείτονος περινοστοῦντα; οὐκοῦν φιλοῦσα μὲν ἤδη ἂν ἔδωκε, μισοῦσα δὲ οὐδὲ εἰσαῦθις δώσει.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.