νῦν οὐκ ἔξω τῆς ἀνθρωπείας φύσεως τῶν ἐκείνου γειτόνων τὸν μὲν εὖ φρονεῖν, τοὺς δὲ ἀναισθήτως ἔχειν, καὶ τὸν μὲν ἄνδρα ὡς ἀληθῶς εἶναι, τοὺς δὲ βοσκήματα. τί δ’, εἰ λυποῦνται μέν, φιλοψυχοῦσι δέ, δειλῶν ἐγὼ μιμητὴς γένωμαι; μᾶλλον δὲ ὁπότερον
1 2 3 4 5 βούλει θές. εἰ μὲν γὰρ οὐκ ἄχθονται τῷ γεγονότι, τοῖς ἀψύχοις ἐοίκασι. τί οὖν δεῖ μεμνῆσθαι τούτων; εἰ δ’ ἀξιοῦσι καὶ λυπούμενοι ζῆν τῷ δεδιέναι τὸν θάνατον, μηδείς μοι μεμνήσθω δειλῶν ἐν παραδείγ-
ματι. πολὺ γὰρ οἶμαι σωφρονέστερον ἐκείνων θαυμά- ζειν ὅτι μὴ τοῖς ἐμοὶ δόξασιν ἀκολουθοῦσιν ἢ τὸ μὴ τὴν ἐκείνων ἐμὲ ζηλῶσαι κακίαν ἐν αἰτίᾳ ποιεῖσθαι, ὧν τίς ἀνοητότερος; τίς ἀβελτερώτερος; μᾶλλον δὲ τίς 6 ἐλεεινότερος;
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.