κολάκων παραπεμπόμενος καὶ κτύπος βαδιζόντων καὶ γέλως ἐπὶ τοῖς παρ’ ἐκείνου σκώμμασιν. ἐγὼ δὲ κατα- δὺς ὑπὸ τὴν κλίνην φεύγω τὸ γύναιον αἰσχυνόμενος. ἔπειθ’ οἱ μὲν ἀριστῶσι σὺν λαμπροτέρῳ τῷ γέλωτι
καὶ πίνοντες ᾄδουσιν ὕμνους τινὰς ὥσπερ εἰς θεὸν τὸν γείτονα συντεθεικότες. ἐγὼ δὲ παρατίθεμαι τρά- πεζαν, Ἥλιε, τὴν ἀρχαίαν. δείλης ὀψίας ὀρνιθοθῆραι καὶ κυνηγέται, πολλοὶ μὲν ἵπποι, πολλοὶ δὲ κύνες, καὶ πανταχόθεν ἡ τρυφή. καὶ τὸ δεῖπνον ἔπεισι συχνὴν
ἄγον τὴν πανήγυριν, ἐφ’ ὅ καλούμενος κρύπτομαι.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.