τι τὸ ἀτύχημα καὶ τερπνόν, μὴ πολλοῖς ἐντυγχάνειν ἐπ’ ἀγορᾶς πλουσίοις. ἔδειξα ἂν ἀνδρίαν καὶ τυφλω- θεὶς ἐν πενίᾳ κατεχομένου τοῦ γείτονος. οὐ φέρω | τὸ παρόν, οὐ φέρω. μεῖζόν ἐστι τῆς ἐμῆς ψυχῆς 1 τὸ φορτίον. πένητες ἦμεν ἄμφω, νῦν δὲ τἀκείνου
μεθέστηκε, μεταστήσομαι δὴ καὶ αὐτὸς οἶ βέλτιον.
2 3 4 5 πέπλεγμαι δαίμονι. ταῦτα δὴ καὶ αὐτὸς ἔχω λέγειν ἀτυχῶ, δυστυχῶ. μισεῖ με καὶ ποιεῖ κακῶς ὁ δαίμων. ἡ καταλαβοῦσα Τύχη τῶν χρημάτων τὰς πηγὰς οὐκ ἐπαντλεῖ. εἰ μὲν οὖν εὐτυχεῖν με φήσει τις, ψεύσεται·
δυστυχεῖν δὲ ὁμολογῶν τί ζῆν ἀτυχοῦντα βούλεται; λύπη τοὺς ἄλλους ἠνάγκασεν ἐπιθυμῆσαι τελευτῆς. ὑπὸ λύπης ἥκω δεῦρο καὶ αὐτός.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.