μαι, διαφέρει δὲ τοσοῦτον ὅσον τὸ μὲν ταχὺ καὶ τή- μερον ἀποθανεῖν παρέχει καὶ τὸ λίαν ὀξέως χαρίζεται, τῆς δὲ ἀνέχεσθαι δεῖ τὸ σῶμα κατὰ μικρὸν δαπανώσης καὶ ποιούσης τὴν δυστυχίαν μακράν. ὥσπερ οὖν ἕκα- στος ὑμῶν, εἰ τελευτᾶν ἀναγκαῖον εἴη, βούλοιτ’ ἂν ὧς
τάχιστα ἀφεῖναι τὴν ψυχὴν ἢ χρόνον ὧς πλεῖστον ἐν ἀλγηδόσι κατασαπεὶς ὀψέ ποτε ἀπελθεῖν, οὕτω καὶ αὐτὸς τὴν διὰ τοῦ κωνείου προτίθημι τελευτὴν τῆς 1 ἐκ | τοῦ λυπεῖσθαι συμβησομένης. ὑμεῖς δὲ μὴ γένησθε χαλεποὶ πρὸς τὴν δόσιν, ἀλλ’ ἐπειδὴ τῷ γεί-
τονι γέγονεν ὁ πλοῦτος παρὰ τῆς Τύχης, ἐμοὶ παρ’ ὑμῶν ὁ θάνατος.
καὶ πρὸς γείτονος εὐτυχίαν οὐ μεμαθήκασιν ἀλγεῖν, ἀλλ’ ἐν ἴσῳ τοῖς ἀνδραπόδοις στέργουσιν ὁρῶντες ἕτερον τοσαῦτα κεκτημένον, ἐγὼ πρόσειμι μόνος, ὃν οὐκ ἐᾷ τὸ φρόνημα τὰς τῶν πλησίον εὐπραξίας ἐνεγ- κεῖν, ἵν᾿, ἐπειδὴ λείπομαι τοῦ πεπλουτηκότος χρήμασιν,
ἀμείνων φανῶ τῶν ἄλλων τῷ μὴ δύνασθαι ζῆν.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.