λῖν οὖν ἐνταῦθα τοῖς θεοῖς ἐνεκείμην· ὦ Ζεῦ καὶ Ἥλιε καὶ Γῆ καὶ Ἥρα καὶ Δήμητερ, ὁ δεῖνα 1 2 τῶν πολλῶν εἷς ὢν πρὶν ἢ γῆμαι μετὰ τὸν ὑμέ- ναιον ἐν τοῖς εὐπόροις, ἐγὼ δὲ οἶος πρὸ τοῦ, τί τῶν περὶ τὸν γαμήλιον ἐλλελοιπώς; οὐχ ἧψα δᾷδας; οὐκ ἐστεφανωσάμην; οὐκ ἔθυσα κατά
δύναμιν; οὐχ εἱστίασα τοὺς φίλους; ποῖ δή μοι ταῦτα οἴχεται καὶ παρανάλωται;
ἦν μοι γείτων ἐοικὼς μὲν κατὰ τοὺς τρόπους, οὐ διεστηκὼς δὲ κατὰ τὴν τύχην, ταὐτὰ λυπούμενος, ἀπὸ τῶν αὐτῶν ἀγανακτῶν. γινόμεθα συνήθεις τῇ τε ἄλλῃ καὶ τῷ πλησίον οἰκεῖν. κοιναὶ μὲν ἡμῖν πρόοδοι, κοι- ναὶ δὲ διατριβαί, κοινὰ δὲ λουτρά, κοιναὶ <δὲ> 3 4 5 6 πέζαι, καὶ σὺν ἀλλήλοις εἰς ἀγορὰν ἐνεβάλλομεν, εἰς ἐκκλησίαν ἐφοιτῶμεν, ἀνεστρέφομεν οἴκαδε. ταῖς νου- μηνίαις νόμῳ μὲν πόλεως ἐθύομεν, νοῦν δὲ οὐκ ἔχειν ἠπιστάμεθα τὴν θεραπείαν. ἐπὶ δεῖπνον ἄκλητοι παρ’ ἀλλήλους ἐχωροῦμεν. νοσοῦντι παρεκαθήμην. τῶν αὐ-
τῶν ἀρρωστῶν ἀπέλαυον. ἤδη λόγος ἦν ἐν τῇ πόλει τῆς ἡμετέρας συνηθείας· εἰς τοσοῦτον ἀφῖκτο.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.