φύσιν τῆς γῆς τοιαῦτα πλημμελεῖ. ἡ μὲν γὰρ χρυσῖτις, ἀργυρῖτις δὲ ἄλλη, παρὰ δὲ τῆς οὐδ’ ἂν σίδηρον λά- βοις. ἡ μὲν πολύπυρος, ἡ δὲ πολύοινος, οἱ δέ τινες οἰκοῦσι πέτρας. ἐῶ τὴν γῆν. ἤδη τινὲς ἔμποροι δύο μιᾶς ἐπιβάντες νεώς, ὁ μὲν ἐπανῆκεν εὐδαίμων, ὁ δὲ
σὺν ἐλάττοσιν ἢ μεθ’ ὅσων ἐξέπλευσεν. ὅστις οὖν οὕτω κακοῖς κεχρημένος προστάταις ἀγανακτεῖ, νοσεῖ τὴν ψυχὴν οὗτος λυπούμενος ἐφ’ οἷς ἄξιον;
στους ἀτυχοῦντας; πόσοι μὲν ὑβρισταὶ καὶ μοιχοὶ καὶ πατραλοῖαι καὶ φονεῖς καὶ προδόται ζάπλουτοι; πόσοι δὲ μέτριοι καὶ χρηστοὶ καὶ δίκαιοι καὶ θεοὺς φοβού- μενοι καὶ φίλους αἰσχυνόμενοι καὶ νόμοις πειθόμενοι καὶ πατρίδος κηδόμενοι μόλις ἔχουσιν ὅσον ἀποζῆν;
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.