ζῆν ἐξὸν αἱρεῖταί τις ἀποθανεῖν καὶ ὃ τοῖς κακούργοις εἰς τιμωρίαν ὥρισται, τοῦτο κέρδος τις ἡγεῖται λαβεῖν. πάλαι μὲν οὖν οὕτως ταῦτα ἐδόξαζον, νυνὶ δὲ ἔγνων, ὡς μήποτε ὤφελον, ὅτι τοῦτο τὸ τοῦ θανάτου περι- 1 2 3 σπουδαστὸν καὶ ἀναγκαῖον αἰτῆσαι καὶ λαβεῖν εὐτυχές, καὶ τὴν κατ’ ἐμαυτὸν τύχην οὐ φέρω. εἰ γὰρ καὶ μὴ ζῆν ἔξεστιν ὁπωσοῦν, τὸ τοῦ θανάτου καταλείπεταί μοι μόνον. μυρίαι δ’ ἀτυχημάτων ὁδοὶ ὁσοὶ <δι᾿> ὧν ἕλοιτο ἀποθανεῖν, ἐγὼ δὲ καινήν τινα ἦλθον τοῦ θα-
νάτου τὴν ὁδόν, καί, πρὸς θεῶν, ἀφέντες τὸν γέλωτα τὸ καθ’ ἡμᾶς ἀνθρωπίνως ἐπακούσατε.
ζῆν τῆς ἡδονῆς χάριν, ταύτην δ’ οὐκ ἔστι δίχα ἀγαθῶν ἔχειν, πῶς οὐκ, εἴ τις ἐκπέσοι τῶν ὑπαρχόντων, καὶ τὸ ζῆν προσαπολώλεκε;
Declamatio 29. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.