οὐδὲ πρὸς ἐμὲ φιλάνθρωπά τινα εἶπε πολυπραγμο- νοῦντα ἰδὼν τὰ κατ’ ἐκεῖνον, ἀλλ’ ὁ μὲν σιωπῇ παρ- ῆλθεν, ὁ δ’ ἐγέλασε, μᾶλλον δὲ κατεγέλασε τῆς κατ’ ἐμὲ τύχης, ὁ δ’ οὐκ οἰμώξῃ; φήσας καὶ τέ σοί, τί 1 2 δ’ ἐμοὶ τῶν ἐκείνου μέλει; καὶ μονονοὺ πληγὰς ἐντείνας ἀπῆλθεν.
ῥαίσας ἦν ἐν ἑαυτοῦ. ὧς δὲ καὶ δεύτερον προσοιμώζειν ἔλεγε καὶ τρίτον προσιόντα χαλεπῶς ἑώρα, οὐκ ἔχων δὴ τί χρήσωμαι ἐμαυτῷ πρὸς ὑμᾶς ἀπήντηκα. μηδέ μοι λεγέτω τις· ἐφ’ ἑτέροις ἡ προσαγγελία μηδ’ ἐρω- τάτω τις, τί πέπονθα. πέπονθα γὰρ ἃ οὐδεὶς ἕτερος.
ἐκπέπτωκα τῆς μεγάλης ἐκείνης εὐδαιμονίας, τῆς πολλῆς ἀπεστέρημαι τρυφῆς, τοῦ ῥᾴστου βίου καὶ πρὸς ἡδονῆς μάλιστα ἐμοί.
Declamatio 29. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.