πάντα ηὐτρέπιστο, ὁ δ’ ἦν ἔτι παρ’ ἐκείνοις μελαγ- χολῶν. ἑσπέρα καὶ περαιτέρω τῆς ὥρας, ὁ δ’ ἐπάνεισι λιμοῦ μετέχων καὶ αὑτὸν κατέβαλεν οὐκ ἐπὶ σκίμπο- δος, ἀλλ’ ἐπὶ τῆς γῆς καὶ φαύλην εὐνὴν ὑποθεὶς ἄρτου μετάδοτε, φησίν, ἀρκεῖ δέ μοι καὶ ὕδωρ
πίνειν. καὶ ὕπνον ᾑρεῖτο ἐπὶ τοῦ σχήματος. ἑωθινὸς δ’ ἀναστὰς καὶ φυγὰς τῆς οἰκίας γενόμενος ἦν παρ’ ἐκείνοις πανημέριος. ἐσπέρα πάλιν, ὁ δ’ ἐπὶ τὴν οἰ- κίαν ᾔει τῶν κυνῶν ἐλεεινότερον καὶ φαυλότερον δεῖπνον αἱρούμενος. τρίτη περίοδος καὶ τὸ αὐτὸ δρᾶμα
ἀνεδιδάσκετο τῷ κακῷ τῷ ἐμῷ. τετάρτη καὶ πέμπτη 1 2 ἡμέρα πάλιν, καὶ ἡ συνήθεια τῶν κακῶν ἐκράτει.
Declamatio 29. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.