βηκός; ἀσχολίαν; ἀλλ’ ᾔδει πάντα σχολάζοντά με πρὸς τοῦτο. τῶν οἴκοι ἐπιμέλειαν; ᾧ μηδὲ οἶκος ἔστιν. παῖ- δας ἢ γυναῖκα βεβιάσθαι πρὸς ἑαυτούς; ἀλλ’ ᾔδει καὶ μονήρη καὶ μόλις ἀρκοῦντα. ἀλλ’ ὅσῳ προφανὴς ἡ πρόφασις, τοσούτῳ πλέον ἀποστραφήσεται τῆς ἀκαίρου
τρυφῆς, ὅτι καὶ βαδίζειν ἀρκῶν, ὅτι καὶ τάχει τοὺς ἅπαντας ἐν ταῖς περὶ δεῖπνα ἁμίλλαις παριών, εἰ καὶ 1 2 3 μηδὲν ἕτερον, βαίνειν γοῦν ἐπὶ γῆς ἔχων, ἑτέρων ἐδεήθην ποδῶν, ᾧ εἰ καὶ πρὸς ἅπαντα πονηρῶς εἶχον οἱ πόδες, πρός γε τὰς εὐωχίας πτερωτοῖς ἔδει παρει- κάζεσθαι. ἡγοῦμαι γοῦν ἀποστρέφεσθαι τῆς ἐπινοίας ἡμᾶς.
Declamatio 28. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.