ἄνθρωποι, μᾶλλον δὲ φιλάνθρωποι, ἐπίσχετε τὴν ὀλεθρίαν ταύτην φοράν, πρὸς παίδων, πρὸς γυναικῶν. τὸ δὲ ἦν ἄρα κρεῖττον ἀνθρωπίνης ἐπικουρίας. ὅσῳ γὰρ βοῶντος ἤκουε, τοσούτῳ πλέον εἰς τάχος παρωξύνετο. σύνηθες δέ, οἶμαι, τούτοις τοῖς
περὶ τὰς ἁμίλλας καὶ τοὺς δρόμους ἀσκουμένοις, ἐπει- δὰν θορυβούντων τῶν θεατῶν ἀκούωσι, πάσῃ δυνάμει συντείνειν εἰς τάχος ἑαυτούς. καὶ γάρτοι τοσοῦτον ἁρπάσας ᾤχετό με τὸν δείλαιον ὡς νύκτα με ἐπιλα- βεῖν καὶ [σκότους] ἀωρίαν καὶ μηδὲν ἀναστείλαντα τὴν
1 2 3 4 φορὰν ὥσπερ ὑπερήμερόν με τῶν τῆς εὐωχίας χρόνων ἐκπεσεῖν.
γειν ἱπτάμενος, ἐπειχόμην ἐπείγεσθαι δοκῶν, ὑστέριζον 5 | φθάνων, εἱστήκειν ἐλαυνόμενος. ὦ πολυθρήνητε βωμέ, πολυτίμητον γὰρ οὐκ ἂν εἴποιμί σε, ὦ πρόθυρα ἀποτρόπαια, ὦ μισάνθρωπος ἑστία.
Declamatio 28. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.