ἕκαστον ἐνιαυτοῦ τροφὴν πολλοῖς ὁμοῦ σωφρονεῖν δυναμένοις, ἔνα μὴ παροξυνοίμην ταῦτα ὁρῶν, ἀπῆγον, 1 2 3 4 ὧς οἷόν τ’ ἦν, τὼ ὀφθαλμὼ καὶ προῄειν μηδὲν τῶν ἐν ποσὶ καθορῶν. οὐ γὰρ ἠπιστάμην ὡς ὑμεῖς ἐμὲ μόνον τοῖς νόμοις ἀναγκάσετε πείθεσθαι, ἀγορανόμους δὲ καὶ ἀστυνόμους οὕτω καταφρονοῦντας αὐτῶν οὐ 5 κολάζετε, οἳ τοσοῦτον νέμουσιν ἐπιμελείας | τῇ
πόλει ὥστε λίμνας ὅλας ἐν αὐτῇ συνεστάναι καὶ ὀλί- σθους εἶναι τῆς ἀγορᾶς πανταχοῦ, εἰς οὓς ἀπροόπτως ἐμπεσὼν καὶ τὼ πόδε μὲν ὑποσυρείς, τῇ βακτηρίᾳ δὲ οὐχ εὑρὼν ἐπερείσασθαι ἔλαθον καταπεσὼν καὶ πλατὺς
τούτῳ γέλως γενόμενος, οὔποτε, μὰ τοὺς θεούς, τοῦτο ἐλπίσας.
Declamatio 27. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.