θεούς· τί γὰρ βουλόμενος ἂν καὶ ἐκέλευσα; οὐ γὰρ ἵνα συνοδοιπορῇ μοι. καὶ γὰρ πρὸς τὴν σκιὰν τὴν ἐμαυτοῦ πολλάκις ἄχθομαι πανταχῆ μοι συνεπομένην καὶ δι’ αὐτὴν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, ὅτι
ποιοῦσιν αὐτήν. ἀλλ’ οὐκ οἶδ’ ὅπως με, ἡνίκα ἐξῄειν, λαθὼν κατὰ μέσην τὴν ὁδὸν ἀνεφάνη, πρὸς ὅ καὶ πρῶτον εὐθὺς ἠγανάκτησα καὶ μικροῦ τῇ βακτηρίᾳ καθικόμην αὐτοῦ, ὡς ἴδει γε. οὐ γὰρ ἂν αὐτῷ νῦν καταγέλαστος ἔδοξα.
Declamatio 27. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.