τὸν νομοθέτην αἰδούμενος. καὶ μὴν λέγω ἀναφανδὸν ὧς οὐδὲν ἡμῖν χρηστὸν ἐνομοθέτησεν, εἴπερ ἃ λέγου- σιν οὗτοι τυγχάνει νενομοθετηκὼς κἀπὶ τηλικούτοις ἀδικήμασιν ἱκανὴν ᾠήθη τιμωρίαν εἶναι τὴν ἀποκή- ρυξιν. εἰ γὰρ προὔβη τῆς οἰκίας ἀπλῶς, εἰ γὰρ ἀνέ-
τεινε τὰς ὀφρῦς ἢ προὔβαλε τοῦ ἱματίου τὴν χεῖρα ἢ προσέβλεψε τῶν μὴ συνήθων τινὶ ἢ μηδὲν ἐρωτώμενος ἐφθέγγετο, οὐκ ἐπὶ τὸ βουλευτήριον χρῆν ἄγειν εὐθὺς καὶ ἀπαλλάττειν τοιούτου κακοῦ τὴν οἰκίαν, μᾶλλον δὲ ὅλην τὴν πόλιν;
Declamatio 27. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.