χεῖσθαι, διορᾶν τῶν ἐν τῷ βίῳ τά τε ἀναγκαῖα καὶ τὰ μὴ καὶ τῶν μὲν ἔχεσθαι, τῶν δὲ ἀπέχεσθαι, τιμᾶν τὴν ἡσυχίαν, φεύγειν τὰς ταραχάς. ἃ καὶ ποιῶν, ὦ βουλή, διατελῶ τῶν ἐκκλησιῶν οὐ μάλα κοινωνῶν, 1 | οὐ διὰ τὸ τῶν κοινῇ συμφερόντων ἀμελεῖν,
ἀλλὰ διὰ τὰς τῶν οὐ δυναμένων σιγῆσαι βοὰς ῥητό- ρων, εἰς ἀγορὰν οὐ σφόδρα ἐμβάλλων διὰ τὰ πολλὰ 2 3 ταῦτα τῶν δικῶν ὀνόματα φάσις, ἔνδειξις, ἀπαγω- γή, διαδικασία, γραφή, παραγραφή, ἃ καὶ οἷς οὐδ’ έν ἐστι πρᾶγμα φιλοῦσιν ὀνομάζειν. ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνα ἐγράψατο, σοὶ δὲ τί τούτων μή- τε διώκοντι μήτε φεύγοντι;
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.