καὶ τρυφᾶν, ἀποστερεῖ δέ με τούτων ἡ γυνή τοῦτο μὲν οἶς ποιεῖ, τοῦτο δὲ οἷς δράσει. λογίζομαι γὰρ τίς ἔσται τὴν γλῶτταν ἐπίτεξ γενομένη, τίς ὠδίνουσα, τίς τεκοῦσα. εἰ δὲ καὶ πολλά μοι τέκοι καὶ ταῦτα αὑτῇ παραπλήσια καὶ δεικνύντα ἧς ἐστι, πῶς βιώσομαι μέ-
σὸς εἰλημμένος τοιούτου χοροῦ; διοίσει γὰρ οὐδέν μοι τὸ οἰκίδιον τῶν λειμώνων ἐν οἷς τὰ ἔθνη τῶν ὀρ- νίθων μετὰ κλαγγῆς περιίπταται.
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.