γυνὴ δὲ οἴκοι λαλεῖ πρὸς αὑτὴν ἢ τοὺς τοίχους ἢ τὸν ἀέρα ἢ πρὸς ὁντιναοῦν. τοῦτο δὲ οὐδὲν ἐμοὶ τῷ γε ἀπόντι δεινόν, ἡ γὰρ οὐ παρέστηκεν οὐδὲ ὁρᾶται οὐδὲ κέκραγεν οὐδὲ φθέγγεται, οὐ γὰρ νόμος τοῖς περὶ τοῦ θανάτου λόγοις ἐκείνην παρεῖναι. εἰ δὲ δικαστήριον
ταῦτ’ ἦν καὶ τῆς γυναικὸς ἐκβολὴ καὶ διδάσκειν ἴδει τοὺς καθημένους ὧς ἀδικοῦμαι, κοινὸν ἂν ἦν ἐμοῦ κἀκείνης τὸ δικαστήριον, ἔχουσα δὲ πάροδον εἰς τὸ γρύζειν παρώσασα ἄν, εὖ ἴστε, τοὺς συνηγόρους καὶ τὴν ἐκείνων τάξιν ἁρπάσασα καὶ τοὐμὸν ὕδωρ αὑτῆς
ποιησαμένη τοσαῦτα ἂν διῆλθεν ἀπνευστὶ συνείρουσα καὶ καταχέουσα πολὺν καὶ ἀθρόον τὸν λῆρον, ὥστε με ἀπόλ- λυσθαι καὶ μόλις ἂν ἔμπνουν ἐντεῦθεν ἀποκομίζεσθαι.
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.