1 2 ἔβη; οὐκ ἔστιν, οὐκ ἔστιν. Ἀράβιος αὐλητὴς ἡ γυνή, μᾶλλον δὲ καὶ παρελήλυθε, τρυγόνος λαλιστέρα, κίτ- της, ἀηδόνος, κερκώπης. τὸ Δωδωναῖον ὑπερβαίνει χαλκεῖον. ἐκεῖνο μὲν γὰρ προσβαλλούσης αὐτῷ τῆς
μάστιγος ὑπὸ τῶν ἀνέμων ἠχεῖ, νηνεμίας δὲ οὔσης 3 σιγᾷ· ταύτης δὲ τὴν γλῶτταν οὐδὲν καθεῖρξαι | δύναται, οὐ χειμών, οὐ θέρος, οὐκ ἄνεμος, οὐ νηνεμία.
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.