ἀποθανεῖν ἔξεστιν ἄνευ πολλῶν λόγων ἐν τῇ πόλει. ἄνθρωπε, μὴ γὰρ σίτησιν αἰτήσων ἥκω; μὴ γὰρ στέ- φανον; ταῦτα δὴ τὰ τῶν ῥητόρων ὑμῶν τῶν καρπου- μένων τὸν δῆμον. βαρύνομαι τῷ ζῆν, ἀπελθεῖν ἐπιθυ- μῶ. τί μοι φθονεῖς; εἶτά με ἐρωτᾷς διὰ τί βούλομαι 1 2 3 τελευτᾶν. <οὐ> διὰ σέ. οὐ δικαίως ὑμῖν, ὦ βουλή, χολᾶν καὶ παραφρονεῖν, ὅς <ὡς> ἐπὶ πρᾳότερόν τι οἰκίας τὸ βουλευτήριον ἐπειχθεὶς εὑρίσκω τοὺς τῇδε χαλεπωτέρους τῶν οἴκοι;
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.