ταῦθα ὕει ῥαγδαίως τοὺς πρώτους εὑρόντας τραγῳ- δίαν λέγουσα καὶ τοὺς ἐκδεξαμένους καὶ ὅτῳ τρόπῳ τὸ χρῆμα ηὐξήθη καὶ τί συνεισήνεγκεν ἕκαστος. ἐγὼ δὲ δεινότερα πάσχω τῶν ἐν ταῖς τραγῳδίαις κολαζο- μένων. μὴ γὰρ οἶδεν ἡ γυνὴ στῆναί που τοῦ λαλεῖν;
οἱ ποταμοὶ πρότερον ἂν σταῖεν ἢ τὸ ταύτης στόμα. πᾶσα γὰρ πρόφασις λόγων ἀφορμή, ἂν οἴκοι μένω, ἂν εἰς ἀγορὰν ἀπέλθω, βραδυτὴς οἰκετῶν, τάχος, σπάνις, εὐπορία, μεμπτά, ἄμεμπτα, ὄμβρος, αἰθρία.
Declamatio 26. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.